HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,222
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,222.rdf
1.
[11.222] λείπεται οὖν λέγειν τὸ ὂν διδάσκεσθαι· ὃ καὶ αὐτὸ τῶν ἀδυνάτων δείξομεν. εἰ γὰρ
τὸ ὂν διδάσκεται͵ ἤτοι καθὸ ὄν ἐστιν ἢ κατ΄ ἄλλο τι. καὶ εἰ μὲν καθὸ ὄν ἐστι διδάσκεται͵
οὐδὲν ἔσται ἀδίδακτον [εἴγε τῶν ὄντων οὐδέν ἐστι διδακτόν]· εἰ δὲ τῶν ὄντων οὐδέν ἐστιν
ἀδίδακτον͵ οὐδέ γε ἔσται τι διδασκόμενον· δεῖ γὰρ ἀδίδακτόν τι εἶναι͵ ἵνα ἐκ τούτου
μάθησις γένηται. ὥστε καθὸ μὲν ὄν ἐστιν͵ οὐκ ἂν διδαχθείη τὸ ὄν.