HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,83
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,83.rdf
1.
[11.83] εἰ δ΄ ἕτερόν τί ἐστι τὸ αἱρετὸν παρ΄ αὐτὸ τὸ αἱρεῖσθαι͵ ἤτοι τῶν κεχωρισμένων ἐστὶν
ἡμῶν ἢ τῶν περὶ ἡμᾶς. καὶ εἰ μὲν κεχώρισται ἡμῶν καὶ ἐκτός ἐστιν͵ ἤτοι συμβαίνει τι περὶ ἡμᾶς
ἐξ αὐτοῦ ἢ οὐδὲν συμβαίνει· οἷον ἀπὸ τοῦ φίλου ἢ τοῦ σπουδαίου ἀνθρώπου ἢ τέκνου ἢ ἄλλου τινὸς
τῶν ἐκτὸς εἶναι λεγομένων ἀγαθῶν ἢ συμβαίνει τι περὶ ἡμᾶς ἐξ αὐτοῦ 〈ἀστεῖον〉 κίνημα καὶ
ἀποδεκτὸν κατάστημα καὶ ἀγαστὸν πάθος͵ ἢ οὐδὲν συμβαίνει τοιοῦτον οὐδέ ἐσμεν ἐν διαφόρῳ
κινήματι͵ ὅτε αἱρετὸν ἡγούμεθα τὸν φίλον ἢ τὸ τέκνον.