HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-2,161
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-2,161.rdf
1.
[2.161] ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ τρίτου ἀναποδείκτου. ἤτοι γὰρ πρόδηλόν ἐστιν, ὅτι οὐκ
ἐνδέχεται τὰ ἐν τῇ συμπλοκῇ συνυπάρξαι ἀλλήλοις, ἢ ἄδηλον. καὶ εἰ μὲν ἄδηλον, οὐ δώσομεν τὸ
ἀποφατικὸν τῆς συμπλοκῆς˙ εἰ δὲ πρόδηλον, ἅμα τῷ τεθῆναι τὸ ἕτερον ἀναιρεῖται τὸ λοιπόν, καὶ
παρέλκει τὸ ἀποφατικὸν τῆς συμπλοκῆς, οὕτως ἡμῶν ἐρωτώντων ῾ἡμέρα ἔστιν, οὐκ ἄρα νὺξ
ἔστιν᾽.