1.

[10.5] περὶ μὲν οὖν κενοῦ ποικίλως ἐν τοῖς περὶ στοιχείων (Cfr. I 133 sqq.) ἐζητήσαμεν, καὶ οὐκ ἀναγκαῖον τὰ νῦν τὸν αὐτὸν λόγον παλινῳδεῖν˙ περὶ δὲ τοῦ τόπου καὶ τῆς συζυγούσης τούτῳ χώρας, ἥτις καὶ αὐτὴ κατὰ τὸ γένος ἐστὶ τόπος, ἐπὶ τοῦ παρόντος σκεψόμεθα. προδηλοτέροις γὰρ οὖσι τούτοις καὶ παρὰ πᾶσι σχεδὸν ὁμολογουμένοις συναπορηθήσεται καὶ ἡ περὶ τοῦ κενοῦ σκέψις, ὅσῳ καὶ περὶ ἀδηλοτέρου πράγματος προκόπτει.