1.

εἰ ἔστι τόπος.
[10.6] Τῆς τοῦ τόπου νοήσεως δεδηλωμένης καὶ τῶν συζυγούντων αὐτῷ πραγμάτων ὑποδεδειγμένων ἀπολείπεται, ὡς ἔστιν ἔθος τοῖς ἀπὸ τῆς σκέψεως, τοὺς εἰς ἑκάτερον κινῆσαι λόγους καὶ τὴν ἐπ' αὐτοῖς συναγομένην ἐποχὴν κρατύνεσθαι.