1.

[10.7] (§§ 7-12 Cfr. PH III 120-121) εἴπερ (
SVF fr. II 501 (ed).
) οὖν ἔστιν ἄνω καὶ κάτω καὶ εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ καὶ πρόσω καὶ ὀπίσω, ἔστι τις τόπος˙ μέρη γάρ εἰσιν αἱ ἓξ αὗται παρατάσεις τοῦ τόπου, καὶ ἀδύνατόν ἐστί τινος τῶν μερῶν ὑπαρχόντων μὴ οὐχὶ κἀκεῖνο ὑπάρχειν οὗ ἐστι τὰ μέρη. ἔστι δέ γε ἐν τῇ φύσει τῶν πραγμάτων ἄνω καὶ κάτω καὶ εἰς δεξιὰ καὶ ἀριστερὰ καὶ πρόσω καὶ ὀπίσω˙ ἔστιν ἄρα τόπος.