1.

[10.8] οὐ μὴν ἀλλ' εἰ ὅπου ἦν Σωκράτης, νῦν ἔστιν ἄλλος, οἷον Πλάτων ἀποθανόντος Σωκράτους, ἔστιν ἄρα τόπος. ὡς γὰρ τοῦ ἐν τῷ ἀμφορεῖ ὑγροῦ ἐκκενωθέντος καὶ ἄλλου ἐπεγχυθέντος λέγομεν ὑπάρχειν τὸν ἀμφορέα τόπον ὄντα καὶ τοῦ προτέρου καὶ τοῦ ὕστερον ἐπεμβληθέντος ὑγροῦ, οὕτως εἰ ὃν τόπον κατεῖχε Σωκράτης ὅτ' ἔζη, τοῦτον ἕτερος νῦν κατέχει, ἔστι τις τόπος.