1.

[10.9] καὶ ἄλλως˙ εἰ ἔστι τι σῶμα, καὶ τόπος ἔστιν˙ ἀλλὰ μὴν τὸ πρῶτον˙ τὸ ἄρα δεύτερον. πρὸς τούτοις˙ εἰ ὅπου τὸ κοῦφον φύσει φέρεται, ἐκεῖ τὸ βαρὺ φύσει οὐ φέρεται, ἔστιν ἴδιος τοῦ κούφου καὶ τοῦ βαρέος τόπος˙ ἀλλὰ μὴν τὸ πρῶτον˙ τὸ ἄρα δεύτερον. τό γέ τοι πῦρ φύσει κοῦφον καθεστὼς ἀνώφορόν ἐστι, καὶ τὸ ὕδωρ φύσει βαρὺ τυγχάνον κάτω βρίθει, καὶ οὔτε τὸ πῦρ κάτω φέρεται οὔτε τὸ ὕδωρ ἄνω ᾄττει. ἔστιν ἄρα ἴδιος καὶ τοῦ φύσει κούφου καὶ τοῦ φύσει βαρέος τόπος.