1.

[10.10] ὥσπερ τε εἰ τὸ ἐξ οὗ τι γίγνεται ἔστι, καὶ τὸ ὑφ' οὗ τι γίγνεται καὶ τὸ δι' ὅ, οὕτως ὑπάρχοι ἂν καὶ τὸ ἐν ᾧ τι γίγνεται. ἔστι δὲ τὸ ἐξ οὗ τι γίνεται, οἷον ἡ ὕλη, καὶ τὸ ὑφ' οὗ, οἷον τὸ αἴτιον, καὶ τὸ δι' ὅ, καθάπερ τὸ τέλος˙ ἔστιν ἄρα καὶ τὸ ἐν ᾧ τι γίγνεται, τουτέστιν ὁ τόπος.