1.

[10.11] οἵ τε παλαιοὶ καὶ τὰ ὅλα διακοσμήσαντες ἀρχὴν τῶν πάντων ὑπέθεντο τόπον, κἀντεῦθεν ὁρμηθεὶς ὁ Ἡσίοδος ἀνεφώνησεν (
Hesiod. Theog. 116

‘ἤτοι μὲν πρώτιστα χάος γένετ', αὐτὰρ ἔπειτα
γαῖ' εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί,’
χάος λέγων τὸν χωρητικὸν τῶν ὅλων τόπον˙ μὴ ὑποκειμένου γὰρ τούτου οὔτε γῆ οὔτε ὕδωρ οὔτε τὰ λοιπὰ τῶν στοιχείων, οὐχ ὁ σύμπας κόσμος ἐδύνατο συστῆναι.