[56] Ἐρωτηθεὶς εἰ σοφοὶ πλακοῦντα ἐσθίουσι, "πάντα," εἶπεν, "ὡς καὶ οἱ λοιποὶ ἄνθρωποι." ἐρωτηθεὶς διὰ τί προσαίταις μὲν ἐπιδιδόασι, φιλοσόφοις δὲ οὔ, ἔφη, "ὅτι χωλοὶ μὲν καὶ τυφλοὶ γενέσθαι ἐλπίζουσι, φιλοσοφῆσαι δ' οὐδέποτε." φιλάργυρον ᾔτει˙ τοῦ δὲ βραδύνοντος, "ἄνθρωπε," εἶπεν, "εἰς τροφήν σε αἰτῶ, οὐκ εἰς ταφήν." ὀνειδιζόμενός ποτε ἐπὶ τῷ παραχαράξαι τὸ νόμισμα ἔφη, "ἦν ποτε χρόνος ἐκεῖνος ὅτ' ἤμην ἐγὼ τοιοῦτος ὁποῖος σὺ νῦν˙ ὁποῖος δ' ἐγὼ νῦν, σὺ οὐδέποτε." καὶ πρὸς ἄλλον ἐπὶ τοῦ αὐτοῦ ὀνειδίσαντα, "καὶ γὰρ ἐνεούρουν θᾶττον, ἀλλὰ νῦν οὔ." [56] Ἐρωτηθεὶς εἰ οἱ σοφοὶ πλακοῦντα ἐσθίουσι, "πάντα," εἶπεν, "ὡς καὶ οἱ λοιποὶ ἄνθρωποι." ἐρωτηθεὶς διὰ τί προσαίταις μὲν ἐπιδιδόασι, φιλοσόφοις δὲ οὔ, ἔφη, "ὅτι χωλοὶ μὲν καὶ τυφλοὶ γενέσθαι ἐλπίζουσι, φιλοσοφῆσαι δ' οὐδέποτε." φιλάργυρον ᾔτει˙ τοῦ δὲ βραδύνοντος, "ἄνθρωπε," εἶπεν, "εἰς τροφήν σε αἰτῶ, οὐκ εἰς ταφήν." ὀνειδιζόμενός ποτε ἐπὶ τῷ παραχαράξαι τὸ νόμισμα ἔφη, "ἦν ποτε χρόνος ἐκεῖνος ὅτ' ἤμην ἐγὼ τοιοῦτος ὁποῖος σὺ νῦν˙ ὁποῖος δ' ἐγὼ νῦν, σὺ οὐδέποτε." καὶ πρὸς ἄλλον ἐπὶ τῶ̣ αὐτῶ̣ ὀνειδίσαντα, "καὶ γὰρ ἐνεούρουν θᾶττον, ἀλλὰ νῦν οὔ." [56] Ἐρωτηθεὶς εἰ σοφοὶ πλακοῦντα ἐσθίουσι, "Πάντα," εἶπεν, [41010] "〈ἀλλ'οὐχ〉 ὡς καὶ οἱ λοιποὶ ἄνθρωποι." Ἐρωτηθεὶς διὰ τί προσαίταις μὲν ἐπιδιδόασι, φιλοσόφοις δὲ οὔ, ἔφη˙ " Ὅτι χωλοὶ μὲν καὶ τυφλοὶ γενέσθαι ἐλπίζουσι, φιλοσοφῆσαι δ' οὐδέποτε." Φιλάργυρον ᾔτει˙ τοῦ δὲ βραδύνοντος, " Ἄνθρωπε," εἶπεν, "εἰς τροφήν σε αἰτῶ, οὐκ εἰς [41015] ταφήν." Ὀνειδιζόμενός ποτε ἐπὶ τῷ παραχαράξαι τὸ νόμισμα ἔφη˙ " Ἦν ποτε χρόνος ἐκεῖνος ὅτ' ἤμην ἐγὼ τοιοῦτος ὁποῖος σὺ νῦν˙ ὁποῖος δ' ἐγὼ νῦν, σὺ οὐδέποτε." Καὶ πρὸς ἄλλον ἐπιτοῦ αὐτοῦ ὀνειδίσαντα, "Καὶ γὰρ ἐνεούρουν θᾶττον," εἶπεν," ἀλλὰ νῦν οὔ."