1.

[10.12] κἂν κατ' ἐπίνοιαν δὲ ἅπαντα ἀνέλωμεν, ὁ τόπος οὐκ ἀναιρεθήσεται ἐν ᾧ ἦν τὰ πάντα, ἀλλ' ὑπομένει, τὰς τρεῖς ἔχων διαστάσεις, μῆκος βάθος πλάτος, χωρὶς ἀντιτυπίας˙ τοῦτο γὰρ ἴδιον ἦν σώματος. (Cfr. PH III 39)
Καὶ ἄλλα δὲ εἰώθασι τοιαῦτα οἱ δογματικοὶ τῶν φιλοσόφων διεξέρχεσθαι πρὸς τὸ καταστῆσαι τὴν ὕπαρξιν τοῦ τόπου.