1.

[10.13] (§§ 13-19 Cfr. PH III 122-123) πάντα δὲ μᾶλλον ἢ τοῦτο δύνανται ποιεῖν. τό τε γὰρ ἀπὸ τῶν μερῶν τοῦ τόπου θέλειν ἐπιλογίζεσθαι τὸ καὶ τόπον ὑπάρχειν τελέως ἐστὶ μειρακιῶδες˙ ὁ γὰρ μὴ διδοὺς αὐτοῖς εἶναι τὸ ὅλον, οὗτος οὐδὲ τὰ μέρη συγχωρήσει τοῦ ὅλου. καὶ ἄλλως˙ ἐπεὶ τὰ τινὸς μέρη αὐτὸ ἐκεῖνό ἐστιν οὗ τὰ μέρη καθέστηκεν, δυνάμει ὁ λέγων˙ ῾῾εἰ ἔστι τὰ μέρη τοῦ τόπου, ἔστιν ὁ τόπος᾽᾽ τοῦτό φησιν˙ ῾῾εἰ ἔστιν ὁ τόπος, ἔστιν ὁ τόπος᾽᾽. ὅπερ ἦν ἄτοπον˙ αὐτὸ γὰρ τὸ ζητούμενον εἰς τὴν αὑτοῦ πίστιν ὡς ἀζήτητον παρείληπται.