1.

[10.14] τὸ δ' αὐτὸ ῥητέον καὶ ὅταν ἐκ τοῦ ἐν ᾧ ἦν Σωκράτης νῦν εἶναι Πλάτωνα συνάγωσι τὴν ὕπαρξιν τοῦ τόπου. ἡμῶν γὰρ ζητούντων, εἰ ἔστι τι ὁ τόπος ἐν ᾧ ἔστι τὸ σῶμα, διαφέρων αὐτοῦ τοῦ ἐν αὐτῷ λεγομένου περιέχεσθαι σώματος, ἐκεῖνοι ὡς ὁμόλογον ἡμῖν ἀντιφωνοῦσι τὸ ἐν τόπῳ γεγονέναι Σωκράτην καὶ τὸ ἐν τούτῳ νῦν περιέχεσθαι Πλάτωνα.