1.

[10.15] ὅτι μὲν γὰρ λέγομεν ἀφελῶς ἐν Ἀλεξανδρείᾳ εἶναί τινα καὶ ἐν γυμνασίῳ καὶ ἐν τῇ σχολῇ (Cfr. § 95 et PH III 221), ὁμόλογον˙ ἀλλ' ἔστιν ἡμῖν ἡ σκέψις οὐ περὶ τοῦ κατὰ πλάτος, ἀλλὰ περὶ τοῦ κατὰ περιγραφὴν τόπου (Cfr. § 95 et PH III 75), πότερον ἔστιν ἢ ἐπινοεῖται μόνον, καὶ εἰ ἔστι, ποταπὸν τὴν φύσιν, ἆρά γε σωματικὸν ἢ ἀσώματον καὶ ἐν τόπῳ περιεχόμενον ἢ οὐδαμῶς. ὧν οὐδὲν ἴσχυσαν παραστῆσαι οἱ ταῖς προειρημέναις ὑπομνήσεσι χρώμενοι.