1.

[10.16] κοῦφόν τε φύσει οὐ δίδοται εἶναι τὸ σῶμα, ἵνα καὶ εἰς ἴδιον φέρηται τόπον, ἀλλὰ καὶ τὸ δοκοῦν εἶναι τοιοῦτον ὑπ' ἄλλης τινὸς αἰτίας καὶ κατηναγκασμένης εἴς τινας ἀνωθεῖται τόπους. εἶτα κἂν δοθῇ φύσει τυγχάνειν κοῦφον καὶ φύσει βαρύ, πάλιν οὐδὲν ἧττον ἀπορήσεται τὸ εἰς τί φέρεται, ἆρα εἴς γε σῶμά τι ἢ κενὸν ἢ πέρας ἢ ἄλλο τι διαφερούσης μετεσχηκὸς φύσεως.