1.

[10.17] ναί, ἀλλ' εἰ ἔστι τὸ ἐξ οὗ καὶ τὸ ὑφ' οὗ καὶ τὸ δι' ὅ, εἴη ἂν καὶ τὸ ἐν ᾧ. οὐ πάντως φήσομεν. εἰ γὰρ ἀπορεῖται τὸ ἐξ οὗ τι γίνεται, τουτέστι τὸ πάσχον, καὶ τὸ ὑφ' οὗ, καθάπερ τὸ αἴτιον, καὶ καθόλου τὸ γίνεσθαι καὶ τὸ φθείρεσθαι ἢ κοινότερον κινεῖσθαι, ἀνάγκη συνηπορῆσθαι καὶ τὸ ἐν ᾧ. τὸ δ' ὅτι ταῦτ' ἠπόρηται, καὶ πρότερον ἐδείξαμεν περὶ τοῦ ποιοῦντος καὶ πάσχοντος διεξελθόντες (Cfr. M IX 195 sqq., 207 sqq. et 267 sqq.), καὶ ὕστερον διδάξομεν περὶ γενέσεως καὶ φθορᾶς (Cfr. § 310 sqq.) καὶ πρὸ τούτων ἔτι περὶ κινήσεως (Cfr. § 37 sqq.) σκεπτόμενοι.