1.

[10.18] ὁ μὲν γὰρ εἰπών(
Hesiod. Theog. 116 sq.
)˙ ‘ἤτοι μὲν πρώτιστα χάος γένετ', αὐτὰρ ἔπειτα
γαῖ' εὐρύστερνος, πάντων ἕδος,’ ἐξ αὑτοῦ περιτρέπεται˙ ἐρομένου γάρ τινος αὐτόν, ἐκ τίνος γέγονε τὸ χάος, οὐχ ἕξει λέγειν. καὶ τοῦτό φασιν ἔνιοι αἴτιον γεγονέναι Ἐπικούρῳ τῆς ἐπὶ τὸ φιλοσοφεῖν ὁρμῆς.