1.

[10.19] κομιδῇ γὰρ μειρακίσκος ὢν ἤρετο τὸν ἐπαναγινώσκοντα αὐτῷ γραμματιστήν˙ ῾῾ἤτοι μὲν πρώτιστα χάος γένετ'᾽᾽, ἐκ τίνος τὸ χάος ἐγένετο, εἴπερ πρῶτον ἐγένετο. τούτου δὲ εἰπόντος μὴ ἑαυτοῦ ἔργον εἶναι τὰ τοιαῦτα διδάσκειν, ἀλλὰ τῶν καλουμένων φιλοσόφων, τοίνυν, ἔφησεν ὁ Ἐπίκουρος, ἐπ' ἐκείνους μοι βαδιστέον ἐστίν, εἴπερ αὐτοὶ τὴν τῶν ὄντων ἀλήθειαν ἴσασιν (Cfr. DL X 2).
Ἀλλ' ὅτι μὲν οὐδὲν ἱκνούμενον λέγεται εἰς τὸ ὑπάρχειν τι τὸν τόπον, ἐκ τούτων ἤδη γνώριμον˙