1.

[10.20] ἐπισυναπτέον δὲ αὐτοῖς καὶ τὰ ἀπὸ τῆς σκέψεως. εἰ γὰρ ἔστι τις ὑποδεκτικὸς τοῦ σώματος τόπος, ἤτοι σῶμά ἐστιν οὗτος ἢ κενόν. καὶ σῶμα μὲν οὐκ ἔστιν ὁ ὑποδεκτικὸς τοῦ σώματος τόπος˙ εἰ γὰρ πᾶν σῶμα ὀφείλει ἐν τόπῳ εἶναι, ὁ δὲ τόπος ἐστὶ σῶμα, ἔσται ὁ τόπος ἐν τόπῳ, κἀκεῖνος πάλιν ἐν τρίτῳ, καὶ ὁ τρίτος ἐν τῷ τετάρτῳ, καὶ οὕτως εἰς ἄπειρον. οὐ τοίνυν σῶμά ἐστιν ὁ ὑποδεκτικὸς τοῦ σώματος τόπος.