1.

[10.21] (§§ 21-23 Cfr. PH III 129) εἰ δὲ κενόν ἐστιν ὁ ὑποδεκτικὸς τοῦ σώματος τόπος, ἤτοι μένει τοῦτο τὸ κενὸν ἐπιόντος αὐτῷ τοῦ σώματος ἢ μεθίσταται ἢ φθείρεται. καὶ εἰ μὲν μένει ἐπιόντος αὐτῷ τοῦ σώματος, ἔσται κενὸν ἅμα καὶ πλῆρες, ᾗ μὲν μένει, κενόν, ᾗ δὲ ἐπιδέχεται τὸ σῶμα, πλῆρες. ἀδιανόητον δέ γε τὸ αὐτὸ κενόν τε καὶ πλῆρες λέγειν˙ τοίνυν οὐ μένει τὸ κενὸν ἐπιόντος αὐτῷ τοῦ σώματος.