1.

[10.22] εἰ δὲ μεθίσταται τὸ κενόν, ἔσται σῶμα τὸ κενόν˙ τὸ γὰρ μεθιστάμενον 〈εἰς〉 τόπον ἐκ τόπου σῶμά ἐστιν. οὐχὶ δέ γε σῶμά˙ ἐστι τὸ κενόν, ὥστε οὐδὲ μεθίσταται ἐπιόντος αὐτῷ τοῦ σώματος. καὶ ἄλλως˙ εἰ μεθίσταται τοῦ σώματος ἐπιόντος, οὐκέτι δέξεται τὸ σῶμα˙ ὃ καὶ αὐτὸ τῶν ἀτόπων.