1.

[10.23] λείπεται ἄρα λέγειν φθείρεσθαι τὸ κενόν˙ ὃ πάλιν ἀδύνατον. εἰ γὰρ φθείρεται, ἐν μεταβολῇ καὶ κινήσει γίνεται, καὶ εἰ φθείρεται, γενητόν ἐστι˙ τὸ δ' ἐν μεταβολῇ καὶ κινήσει γινόμενον γενητόν τε καὶ φθαρτὸν σῶμα καθέστηκεν˙ ὥστε οὐδὲ φθείρεται τὸ κενόν. καὶ οὕτως, εἰ μήτε σῶμά ἐστιν ὁ τόπος, ὡς παρεστήσαμεν, μήτε κενόν, ὡς ὑπεμνήσαμεν, οὐκ ἂν εἴη τις τόπος.