1.

[10.25] ὕλη μὲν οὖν οὐκ ἂν εἴη ὁ τόπος κατὰ πολλοὺς τρόπους, οἷον ἐπεὶ αὕτη μὲν σεσωμάτωται, ὁ δὲ τόπος οὐ σεσωμάτωται, καὶ ἡ μὲν ὕλη μέτεισιν ἀπὸ τόπου εἰς τόπον, ὁ δὲ τόπος οὐ μετέρχεται ἀπὸ τόπου εἰς τόπον. καὶ ἐπὶ μὲν τῆς ὕλης λέγομεν, ὅτι πρότερον μὲν ἦν ἀήρ, νῦν δὲ πυκνωθεῖσα γέγονεν ὕδωρ, ἢ ἀνάπαλιν πρότερον μὲν ὕδωρ ἦν, νῦν δὲ λεπτυνθεῖσα γέγονεν ἀήρ˙ ἐπὶ δὲ τόπου οὐ λέγομεν τοῦτο, ἀλλ' ὅτι πάλαι μὲν ἦν ἐν αὐτῷ ἀήρ, νῦν δ' ἔστιν ἐν αὐτῷ ὕδωρ. οὐ τοίνυν δύναται ὕλη ὁ τόπος νοεῖσθαι.