1.

[10.26] καὶ μὴν οὐδὲ τὸ εἶδος. τὸ γὰρ εἶδος ἀχώριστόν ἐστι τῆς ὕλης, καθάπερ ἐπὶ τοῦ ἀνδριάντος ἀχώριστόν ἐστι τοῦ ὑποκειμένου χαλκοῦ, ὁ δὲ τόπος χωρίζεται τοῦ σώματος˙ μεταβαίνει γὰρ ἐκεῖνο καὶ εἰς ἕτερον μεθίσταται τόπον μὴ συμμεταβαίνοντος αὐτῷ τοῦ ἐν ᾧ περιείχετο τόπου. ὥστε εἰ τὸ μὲν εἶδος ἀχώριστόν ἐστι τῆς ὕλης, ὁ δὲ τόπος χωρίζεται ταύτης, οὐκ ἂν εἴη τὸ εἶδος ὁ τόπος. καὶ πάλιν τὸ μὲν εἶδος συμμεταβαίνει τῇ ὕλῃ, ὁ δὲ τόπος, ὡς προεῖπον, οὐ συμμεταβαίνει τῷ σώματι˙ τοίνυν οὐδὲ εἶδός ἐστιν ὁ τόπος.