1.

[10.27] ὡσαύτως δὲ οὐδὲ τὸ μεταξὺ τῶν περάτων διάστημα˙ τοῦτο γὰρ περιέχεται πρὸς τῶν περάτων, ὁ δὲ τόπος οὐ βούλεται περιέχεσθαι ὑπό τινος, ἀλλ' ἑτέρων εἶναι περιεκτικός. εἶτα πέρας ἐστὶ τοῦ σώματος ἡ ἐπιφάνεια, τὸ δὲ μετὰ τὴν ἐπιφάνειαν διάστημα οὐκ ἄλλο τι ἐστὶν ἢ τὸ πεπερατωμένον σῶμα. εἰ οὖν φαμεν τὸ μεταξὺ τῶν πεπερατωμένων σωμάτων τόπον εἶναι, ἔσται σῶμα ὁ τόπος˙ ὅπερ ἐστὶν ἀπεμφαῖνον.