1.

[10.28] λείπεται οὖν λέγειν, ὅτι τὰ ἔσχατα τοῦ σώματος πέρατά ἐστι τόπος˙ ὃ καὶ αὐτὸ τῶν ἀδυνάτων, ἐπείπερ τὰ μὲν ἔσχατα τοῦ σώματος συνεχῆ ἐστι τῷ σώματι καὶ μέρη αὐτοῦ καὶ ἀχώριστα, ὁ δὲ τόπος οὔτε συνεχής ἐστι τῷ σώματι οὔτε μέρος αὐτοῦ οὔτε ἀχώριστος τοῦ σώματος. οὐκ ἄρα οὐδὲ τὰ ἔσχατα τῶν σωμάτων ἐστὶν ὁ τόπος.