1.

[10.30] (§ 30 Cfr. PH III 131) Ναί, φασὶν οἱ ἀπὸ τοῦ Περιπάτου φιλόσοφοι, ἀλλὰ τόπος ἐστὶ τὸ πέρας τοῦ περιέχοντος σώματος. τῆς γὰρ γῆς ὕδατι περιεχομένης καὶ τοῦ ὕδατος ἀέρι περιεχομένου καὶ τοῦ ἀέρος πυρὶ καὶ τοῦ πυρὸς οὐρανῷ, ὃν τρόπον τὸ τοῦ ἀγγείου πέρας τόπος ἐστὶ τοῦ ἐν τῷ ἀγγείῳ σώματος, οὕτω καὶ τὸ τοῦ ὕδατος πέρας ἐστὶ τόπος τῆς γῆς, καὶ τὸ τοῦ ἀέρος πέρας ἐστὶ τόπος τοῦ ὕδατος, καὶ τὸ τοῦ πυρὸς πέρας 〈τόπος〉 ἔσται τοῦ ἀέρος, καὶ τὸ τοῦ οὐρανοῦ πέρας τόπος ἔσται τοῦ πυρός.