1.

[10.31] αὐτὸς μέντοι ὁ οὐρανὸς κατὰ τὸν Ἀριστοτέλη οὐκέτ' ἐστὶν ἐν τόπῳ, ἀλλ' αὐτὸς ἐν ἑαυτῷ καὶ τῇ ἰδίᾳ οἰκειότητι˙ ἐπεὶ γὰρ τόπος ἐστὶ τὸ ἔσχατον τοῦ περιέχοντος σώματος πέρας, ἐκτὸς δὲ τοῦ οὐρανοῦ κατὰ τοῦτον τὸν φιλόσοφον οὐδὲν ἔστιν, ἵνα καὶ τὸ τούτου πέρας γένηται τόπος οὐρανοῦ, ἀνάγκη καὶ τὸν οὐρανὸν ὑπὸ μηδενὸς περιεχόμενον ἐν ἑαυτῷ εἶναι καὶ τοῖς οἰκείοις περιέχεσθαι πέρασιν, ἀλλὰ μὴ ἐν τόπῳ τυγχάνειν.