1.

[10.33] ὅσον δὲ ἐπὶ τοῖς οὕτω λεγομένοις ὑπὸ τῶν Περιπατητικῶν, κινδυνεύει ὁ πρῶτος θεὸς τόπος εἶναι πάντων. κατὰ γὰρ Ἀριστοτέλη ὁ πρῶτος θεὸς ἦν τὸ πέρας τοῦ οὐρανοῦ. ἤτοι οὖν ὁ θεὸς ἕτερόν τί ἐστι παρὰ τὸ οὐράνιον πέρας, ἢ αὐτὸ ἐκεῖνο ὁ θεός ἐστιν. καὶ εἰ μὲν ἕτερόν ἐστι παρὰ τὸ οὐράνιον πέρας, ἔσται τι ἕτερον ἐκτὸς τοῦ οὐρανοῦ, καὶ τὸ τούτου πέρας τόπος γενήσεται οὐρανοῦ, καὶ ταύτῃ δώσουσιν οἱ περὶ τὸν Ἀριστοτέλη ἐν τόπῳ περιέχεσθαι τὸν οὐρανόν˙ ὅπερ οὐχ ὑπομενοῦσιν, ἀνθεστῶτες ἑκατέρῳ τούτων, τῷ τε εἶναί τι ἐκτὸς τοῦ οὐρανοῦ καὶ τῷ τὸν οὐρανὸν ἐν τόπῳ περιέχεσθαι. εἰ δὲ ταὐτόν ἐστι τῷ οὐρανίῳ πέρατι ὁ θεός, ἐπεὶ τὸ τοῦ οὐρανοῦ πέρας τόπος ἐστὶ πάντων τῶν ἐντὸς οὐρανοῦ, ἔσται κατὰ τὸν Ἀριστοτέλη ὁ θεὸς πάντων τόπος, ὃ καὶ αὐτὸ τῶν ἀπεμφαινόντων.