1.

[10.34] καθόλου τε˙ εἴπερ τὸ τοῦ ἐμπεριέχοντος σώματος πέρας τόπος ἐστὶ τοῦ ἐμπεριεχομένου, τοῦτο τὸ πέρας ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον. καὶ εἰ μὲν σῶμά ἐστιν, ἐπεὶ πᾶν σῶμα ὀφείλει ἐν τόπῳ εἶναι, ἔσται ὁ τόπος ἐν τόπῳ καὶ οὐκέτι τόπος˙ εἰ δὲ ἀσώματόν ἐστι τὸ τοῦ περιέχοντος σώματος πέρας, ἐπεὶ παντὸς σώματος τὸ πέρας ἐστὶν ἐπιφάνεια, ἔσται ἑκάστου σώματος τόπος ἐπιφάνεια, ὅπερ ἄτοπον.