1.

[10.35] καθόλου τε˙ πῶς οὐ καταγέλαστόν ἐστι λέγειν τὸν οὐρανὸν αὐτὸν ἑαυτοῦ τόπον εἶναι; οὕτω γὰρ ἔσται τὸ αὐτὸ καὶ τὸ ἐν ᾧ ἐστι καὶ τὸ ἐν αὐτῷ, καὶ τὸ αὐτὸ ἕν τε καὶ δύο, σῶμά τε καὶ ἀσώματον. ᾗ μὲν γὰρ τὸ αὐτό ἐστιν, ἓν ἔσται, ᾗ δὲ περιέχον καὶ ἐμπεριεχόμενον, δύο γενήσεται, καὶ ᾗ μὲν περιεχόμενον, σῶμα, ᾗ δὲ περιέχον, ἀσώματον˙ τόπος γὰρ ἦν.