1.

[10.36] οὐ δύναται δὲ ἐπινοεῖσθαι τὸ αὐτὸ ἅμα καὶ ἓν καὶ δύο καὶ σῶμα καὶ ἀσώματον˙ τοίνυν οὐδὲ κατὰ τὴν τοιαύτην νόησιν εὐδρομεῖ ἡ τοῦ τόπου κατάληψις.
Ἀλλ' ἐπεὶ καὶ τοῦτον ἀνῃρήκαμεν, ἴδωμεν ἑξῆς, εἰ δύναταί τι τῶν ὄντων κατὰ τόπον κινεῖσθαι.