1.

[10.39] ὧν μεταβλητικὴ μέν ἐστι κίνησις, καθ' ἣν τὸ σῶμα ἐν τῇ αὐτῇ μένον οὐσίᾳ ἄλλοτ' ἄλλην ἀναδέχεται ποιότητα καὶ ἣν μὲν ἀπολείπει, ἣν δὲ ἐπιλαμβάνει, ὁποῖόν τι γίνεται ἐπὶ τοῦ εἰς ὄξος μεταβάλλοντος οἴνου καὶ ἐπὶ τῆς ἐξ ὄμφακος εἰς γλυκὺν χυμὸν μεταβαλλούσης σταφυλῆς ἢ τοῦ ἄλλοτ' ἄλλως ποικιλομένου τὰς χρόας χαμαιλέοντος ἢ πολύποδος.