1.

[10.40] ὅθεν καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν καὶ τὴν αὔξησιν, ἔτι δὲ μείωσιν εἰδικὰς ῥητέον εἶναι μεταβολάς˙ ἅς φασι καὶ τῇ μεταβλητικῇ κινήσει ὑποστέλλειν, εἰ μή τι τὴν αὔξησιν φήσει τις ἔχεσθαι τῆς μεταβατικῆς κινήσεως, προβαίνουσαν σωμάτων εἴς τε μῆκος καὶ εὖρος.