HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-10,41
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-10,41.rdf
1.
[10.41] μεταβατικὴ δέ ἐστι κίνησις καθ' ἣν τόπον ἐκ τόπου μετέρχεται τὸ κινούμενον, ἤτοι ὅλον
ἢ κατὰ μέρος, ὅλον μὲν ὡς ἐπὶ τῶν τροχαζόντων καὶ περιπατούντων θεωροῦμεν, κατὰ μέρος δὲ ὡς ἐπὶ
τῆς ἐκτεινομένης καὶ συστελλομένης χειρὸς ἢ ἐπὶ τῶν τῆς περὶ κέντρῳ δινουμένης σφαίρας μερῶν.
ὅλης γὰρ αὐτῆς ἐν τῷ αὐτῷ μενούσης τόπῳ τὰ μέρη ἀμείβει τοὺς τόπους˙ τὸ γὰρ κάτω ὂν πρότερον
ἄνω γίνεται καὶ τὸ ἄνω κάτω καὶ τὸ πρόσω ὀπίσω.