1.

[10.41] μεταβατικὴ δέ ἐστι κίνησις καθ' ἣν τόπον ἐκ τόπου μετέρχεται τὸ κινούμενον, ἤτοι ὅλον ἢ κατὰ μέρος, ὅλον μὲν ὡς ἐπὶ τῶν τροχαζόντων καὶ περιπατούντων θεωροῦμεν, κατὰ μέρος δὲ ὡς ἐπὶ τῆς ἐκτεινομένης καὶ συστελλομένης χειρὸς ἢ ἐπὶ τῶν τῆς περὶ κέντρῳ δινουμένης σφαίρας μερῶν. ὅλης γὰρ αὐτῆς ἐν τῷ αὐτῷ μενούσης τόπῳ τὰ μέρη ἀμείβει τοὺς τόπους˙ τὸ γὰρ κάτω ὂν πρότερον ἄνω γίνεται καὶ τὸ ἄνω κάτω καὶ τὸ πρόσω ὀπίσω.