1.

[10.45] (§§ 45-49 Cfr. PH III 65) Πρὶν δὲ τῶν ἀποριῶν γνωστέον, ὅτι τρεῖς γεγόνασι στάσεις κατὰ τὸ ἀνωτάτω περὶ κινήσεως. οἱ μὲν γάρ φασι κίνησιν εἶναι, οἱ δὲ μὴ εἶναι, οἱ δὲ οὐ μᾶλλον εἶναι ἢ μὴ εἶναι. καὶ εἶναι μὲν ὅ τε βίος (
SVF fr. II 493 (ed).
), τοῖς φαινομένοις προσέχων, καὶ οἱ πλείους τῶν φυσικῶν, ὥσπερ οἱ περὶ Πυθαγόραν καὶ Ἐμπεδοκλέα καὶ Ἀναξαγόραν Δημόκριτόν τε καὶ Ἐπίκουρον, οἷς καὶ οἱ ἀπὸ τοῦ Περιπάτου ἔτι δὲ καὶ οἱ ἀπὸ τῆς Στοᾶς συναπεγράψαντο καὶ ἄλλοι παμπληθεῖς˙