1.

[10.48] συμφέρεται δὲ τούτοις τοῖς ἀνδράσι καὶ Διόδωρος ὁ Κρόνος (Cfr.
T. 122 (ed).
= SSRII F 12 (ed).
), εἰ μή τι ῥητέον κατὰ τοῦτον κεκινῆσθαι μέν τι, κινεῖσθαι δὲ μηδὲ ἕν, ὡς προβαίνοντος τοῦ λόγου διδάξομεν (Cfr. §§ 85, 120), ὅταν αὐτοῦ τὴν στάσιν ἀκριβέστερον ἐπισκεπτώμεθα˙ τὰ νῦν δὲ ἀπόχρη τοῦτο γινώσκειν, ὅτι καὶ αὐτὸς ἐπὶ τῆς αὐτῆς ἐστι δόξης τοῖς τὴν κίνησιν ἀνῃρηκόσιν.