1.

[10.50] Τοιαύτη μὲν καὶ ἡ κατὰ τὸν τόπον στάσις˙ μεθ' ἣν εἰς τὸ μὴ εἶναι κίνησιν ἐπιχειροῦντες πρώτας κομιοῦμεν ἐνστάσεις, ἐχόμενοι τῆς κατὰ τὴν κίνησιν ἐννοίας. ἔνιοι τοίνυν ὁριζόμενοι τὴν κίνησίν φασιν˙ ῾῾κίνησίς ἐστι μετάβασις ἀπὸ τόπου εἰς τόπον.᾽᾽