1.

[10.51] πρὸς οὓς λέγεται, ὅτι τὴν μὲν εὐθικὴν κίνησιν ἀπέδοσαν, τουτέστι τὴν ἄνω ἢ κάτω ἢ πρόσω ἢ ὀπίσω ἢ εἰς δεξιὰ ἢ εἰς ἀριστερά, τὴν δὲ κυκλοφορητικὴν παρέλιπον, οἷον καθ' ἣν ὁ κεραμεικὸς τροχὸς στρέφεται καὶ ἡ σφαῖρα τοῖς κνώδαξι περιδινεῖται, ὡσαύτως δὲ καὶ οἱ ἄξονες καὶ τὰ τύμπανα˙ ἕκαστον γὰρ τῶν οὕτω κινουμένων σωμάτων οὐ μετέρχεται ἀπὸ τόπου εἰς τόπον, ἀλλ' ἐν τῷ αὐτῷ μένον τόπῳ κινεῖται.