[56] Ἀπολλόδωρος (FGrH 244 F 71) δέ φησιν ἑβδομήκοντα, σοφιστεῦσαι δὲ τεσσαράκοντα καὶ ἀκμάζειν κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα.
Ἔστι καὶ εἰς τοῦτον ἡμῶν οὕτως ἔχον˙ (A. Pal. VII. 130)

καὶ σεῦ, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρ' Ἀθηνέων
ἔκ ποτ' ἰὼν καθ' ὁδὸν πρέσβυς ἐὼν ἔθανες˙
εἵλετο γάρ σε φυγεῖν Κέκροπος πόλις˙ ἀλλὰ σὺ μέν που
Παλλάδος ἄστυ φύγες, Πλουτέα δ' οὐκ ἔφυγες.

Λέγεται δέ ποτ' αὐτὸν ἀπαιτοῦντα τὸν μισθὸν Εὔαθλον τὸν μαθητήν, ἐκείνου εἰπόντος, "ἀλλ' οὐδέπω νίκην νενίκηκα," εἰπεῖν, "ἀλλ' ἐγὼ μὲν ἂν νικήσω, ὅτι ἐγὼ ἐνίκησα, λαβεῖν με δεῖ˙ ἐὰν δὲ σύ, ὅτι σύ."
Γέγονε δὲ καὶ ἄλλος Πρωταγόρας ἀστρολόγος, εἰς ὃν καὶ Εὐφορίων ἐπικήδειον ἔγραψε˙ καὶ τρίτος Στωικὸς φιλόσοφος.

[56] Ἀπολλόδωρος δέ φησιν ἑβδομήκοντα, σοφιστεῦσαι δὲ τεσσαράκοντα καὶ ἀκμάζειν κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα.
Ἔστι καὶ εἰς τοῦτον ἡμῶν οὕτως ἔχον˙

[6715] Ἔστι καὶ εἰς τοῦτον ἡμῶν οὕτως ἔχον˙

Καὶ σέο, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρ' Ἀθηνῶν
ἔκ ποτ' ἰὼν καθ' ὁδὸν πρέσβυς ἐὼν ἔθανες˙
εἵλετο γάρ σε φυγεῖν Κέκροπος πόλις˙ ἀλλὰ σὺ μέν που
Παλλάδος ἄστυ φύγες, Πλουτέα δ' οὐκ ἔφυγες.

[67110] Λέγεται δέ ποτε αὐτὸν ἀπαιτοῦντα τὸν μισθὸν Εὔαθλον τὸν μαθητήν, ἐκείνου εἰπόντος, " Ἀλλ' οὐδέπω δίκην νενίκηκα," εἰπεῖν, " Ἀλλ' ἐγὼ μὲν ἂν νικήσω, ὅτι ἐγὼ ἐνίκησα, λαβεῖν με δεῖ˙ ἐὰν δὲ σύ, ὅτι σύ."
Γέγονε δὲ καὶ ἄλλος Πρωταγόρας ἀστρολόγος, εἰς ὃν
[67115] καὶ Εὐφορίων ἐπικήδειον ἔγραψε˙ καὶ τρίτος Στωϊκὸς φιλόσοφος.