1.

[10.52] ὅθεν τινὲς τὴν τοιαύτην φεύγοντες ἔνστασιν διορθοῦνται τὸν ἐκκείμενον ὅρον, καί φασιν (
SVF fr. II 492 (ed).
), ὅτι κίνησίς ἐστι μετάβασις ἀπὸ τόπου εἰς τόπον ἤτοι ὅλου τοῦ σώματος ἢ τῶν τοῦ ὅλου μερῶν. ὅ τε γὰρ ἐν τῷ περιπατεῖν κινούμενος κατὰ ὁλότητα ἀπὸ τόπου εἰς τόπον μετέρχεται, ἥ τε τοῖς κνώδαξι περιδινουμένη σφαῖρα ὅλη μὲν οὐ μεταβαίνει τόπον ἐκ τόπου, κατὰ μέρη δὲ ἀμείβει τοὺς τόπους, καὶ στρεφομένης αὐτῆς τὸ μὲν ἄνω μέρος ἐπιλαμβάνει τὸν κάτω τόπον, τὸ δὲ κάτω μετέρχεται εἰς τὸν ἄνω˙ καὶ ἐπὶ τῶν λοιπῶν τὸ ἐναλλάξ. διόπερ τὴν κίνησιν ῥητέον, φασί, μετάβασιν εἶναι ἀπό τινος τόπου εἰς τόπον ἤτοι ὅλου τοῦ κινουμένου σώματος ἢ τῶν τοῦ ὅλου μερῶν.