1.

[10.53] θελήσαντες δὲ οὗτοι τὴν εἰρημένην φυγεῖν ἀπορίαν εἰς ἑτέραν ἐνέπεσαν. οὐ γὰρ πᾶν τὸ κινούμενον μεταβατικῶς μέτεισιν ἀπὸ τόπου εἰς τόπον ἤτοι κατὰ ὁλοσχίρειαν ἢ κατὰ μίρη, ἀλλ' ἔστι τινὰ τῶν μεταβατικῶς κινουμίνων σωμάτων ἅπερ τισὶ μὲν μέρεσιν ἐν τῷ αὐτῷ μένοντα τόπῳ κινεῖται, τισὶ δὲ οὐκ ἐν τῷ αὐτῷ μένοντα, ἀλλ' ἄλλον καὶ ἄλλον ἐπιλαμβάνοντα, ὁποῖόν τι ἔστιν ἰδεῖν ἐπὶ τοῦ κυκλογραφοῦντος καρκίνου καὶ τῆς ἀνοιγομένης καὶ κλειομένης θύρας.