1.

[10.54] ἐπὶ μὲν γὰρ τοῦ καρκίνου φαίνεται ἡ τῷ κέντρῳ ἐνηρεισμένη κεραία κατὰ τὸν αὐτὸν στρεφομένη τόπον καὶ ἡ ἔξωθεν περιαγομένη τε καὶ κυκλογραφοῦσα ἀπ' ἄλλου εἰς ἄλλον μετιοῦσα τόπον˙ ἐπὶ δὲ τῆς κλειομένης ἢ ἀνοιγομένης θύρας ὁ μὲν κατὰ τοῦ ὁλμίσκου βεβηκὼς στροφεὺς τῷ αὐτῷ ἐνστρέφεται τόπῳ, τὸ δ' ἀντικείμενον αὐτῷ τῆς θύρας μέρος διαφέροντας ἐπέρχεται τόπους καὶ ὃν μὲν ἀπολείπει, ὃν δὲ ἐπιλαμβάνει.