1.

[10.55] αὗται μὲν οὖν αἱ κινήσεις ἐκπεπτώκασι τῆς ἀποδόσεως, ἦν δέ τις καὶ ἄλλη παραδοξοτέρα κίνησις μεταβατική, καθ' ἣν τὸ κινούμενον οὔτε καθ' ὅλον οὔτε κατὰ μέρος νοεῖται ἐκβαῖνον τοῦ ἐν ᾧ ἔστι τόπου˙ ἥτις καὶ αὐτὴ ἐκπέπτωκε τοῦ ὅρου, καθὼς αὐτόθεν συμφανές. καὶ ἔσται τὸ ἰδίωμα ταύτης προδηλότερον ἐπὶ ὑποδείγματος ποιησαμένων ἡμῶν τὴν δεῖξιν.