1.

[10.56] εἰ γάρ τις οὐριοδρομούσης νηὸς ὑποκέοιτο ἐκ τῆς πρώρας εἰς πρύμναν ὄρθιον δοκίδα μεταφέρων καὶ ἰσοταχῶς κινούμενος τῇ νηί, ὥστε καθ' ὃν χρόνον αὕτη εἰς τοὔμπροσθεν ἀνύει πηχυαῖον διάστημα, κατὰ τὸν ἴσον καὶ τὸν ἐν αὐτῇ κινούμενον εἰς τοὐπίσω μεταβαίνειν πηχυαῖον διάστημα, πάντως κατὰ ταύτην τὴν ὑπόθεσιν γενήσεται μὲν μεταβατικὴ κίνησις, οὔτε δὲ ὅλον τὸ κινούμενον ἐκβήσεται τοῦ ἐν ᾧ ἔστι τόπου οὔτε κατὰ μέρος˙