1.

[10.58] πάρεστι δὲ καὶ ἑτέρως ἀπορεῖν τοὺς οὕτω τὴν ἐπίνοιαν τῆς μεταβατικῆς κινήσεως ἀποδιδόντας. ἐὰν γὰρ νοήσωμέν τι ἀμερὲς καὶ ἐλάχιστον σῶμα ἐν τῷ αὐτῷ στρεφόμενον τόπῳ, τουτέστι κυκλοφορητικῶς, ἔσται μέν τις μεταβατικὴ κίνησις, οὔτε δὲ κατὰ ὁλότητα κινούμενον ἐκβήσεται τοῦ ἐν ᾧ ἔστι τόπου οὔτε κατὰ μέρος, καὶ κατὰ ὁλότητα μέν, ἐπεὶ ὑπόκειται ἐν τῷ αὐτῷ τόπῳ κυκλοφορητικῶς στρεφόμενον, κατὰ μέρος δέ, ἐπεὶ ἀμερές ἐστιν.