1.

[10.59] ὁ δ' αὐτὸς λόγος, κἂν συνθῶμέν τινα εὐθεῖαν γραμμὴν ἐξ ἀμερῶν σωμάτων στοιχηδὸν τεταγμένων, καὶ ταύτην νοήσωμεν στρεφομένην ἐν τῷ αὐτῷ τόπῳ, ὥσπερ τοὺς ἄξονας˙ πάλιν γὰρ ἔσται μὲν μεταβατικὴ κίνησις, οὔτε δὲ ἡ ὅλη εὐθεῖα ἐκβήσεται τοῦ ἐν ᾧ ἔστι τόπου (κυκλοφορητικὴν γὰρ μόνον ἐποιεῖτο τὴν κίνησιν), οὔτε κατὰ μέρη (τῶν γὰρ ἀμερῶν σωμάτων οὐκ ἔστι μέρη).