1.

[10.61] ὥσθ' οὗτοι μὲν οὕτως ὑπαντήσονται˙ οἱ δ' ἀξιοῦντες ἀμερῆ εἶναι σώματα καὶ τὴν κατάληξιν τῆς τῶν σωμάτων τομῆς εἰς ἐλάχιστον γίνεσθαι οὐδὲν ἰσχύσουσι λέγειν πρὸς τὰς τοιουτοτρόπους ἀπορίας. οὐ μὴν ἀλλὰ καὶ ἐὰν μεταστῶμεν τούτων, εὑρεθήσεται ἰσοσθενὴς ὅ τε κατασκευάζων τὸ μὴ εἶναι κίνησιν λόγος καὶ ὁ δεικνὺς ταύτην ὑπάρχειν.